[Προοίμιον]

Τίμαιος Γεντιάνῳ
Εὖ πράττειν
 
Ἐπιστάμενος ἀκριβῶς τὴν γνώμην, καὶ τὴν περὶ Πλάτωνα σπουδὴν καὶ Φιλοκαλίαν, εἰωθώς τε τῇ τῶν Κρονίων ἑορτῇ τῶν ἐμαυτοῦ τοῖς φίλοις ἀπάρχεσθαι· παιδιᾷ τε ἅμα καὶ τῇ τῆς παιδιᾶς ἀδελφῇ σπουδῇ χρησάμενος, ἐξέλεξα τὰ παρὰ τῷ φιλοσόφῳ γλωσσηματικῶς, ἤ κατὰ συνήθειαν Ἀττικὴν εἰρημένα, οὐχ ὑμῖν μόνοις τοῖς Ῥωμαίοις ὄντα ἀσαφῆ, ἀλλὰ καὶ τῶν Ἑλλήνων τοῖς πλείστοις, τάξας τε ταῦτα κατὰ στοιχεῖον, καὶ μεταφράσας ἀπέστειλά σοι, νομίσας καὶ αὐτὸν ἕξειν σε παιδιὰν οὐκ ἄμουσον. Ἔῤῥωσο.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου